Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.158 Joseph. AJ 9.162 (English) >>Joseph. AJ 9.166

9.160οὐ γὰρ ἔφθη αὐτὸν Ἰηοῦς ἀμύνασθαι κακοῦντα τὴν χώραν, ἀλλὰ καὶ τῶν εἰς τὸ θεῖον ὑπερόπτης γενόμενος καὶ καταφρονήσας τῆς ὁσίας καὶ τῶν νόμων ἀπέθανε βασιλεύσας ἔτη τῶν Ἰσραηλιτῶν ἑπτὰ καὶ εἴκοσι. ἐτάφη δὲ ἐν Σαμαρείᾳ τῆς ἀρχῆς διάδοχον Ἰώαζον τὸν υἱὸν καταλιπών. 9.161

Τὸν δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέα Ἰώασον ὁρμή τις ἔλαβε τὸν ναὸν ἀνακαινίσαι τοῦ θεοῦ, καὶ τὸν ἀρχιερέα καλέσας Ἰώδαν εἰς ἅπασαν ἐκέλευσε πέμψαι τὴν χώραν τοὺς Ληουίτας καὶ ἱερέας αἰτήσοντας ὑπὲρ ἑκάστης κεφαλῆς ἡμίσικλον ἀργύρου εἰς ἐπισκευὴν καὶ ἀνανέωσιν τοῦ ναοῦ καταλυθέντος ὑπὸ Ἰωράμου καὶ Ὀθλίας καὶ τῶν παίδων αὐτῆς. 9.162 δʼ ἀρχιερεὺς τοῦτο μὲν οὐκ ἐποίησε συνεὶς ὡς οὐδεὶς προεῖται τἀργύριον, τρίτῳ δὲ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει μεταπεμψαμένου τοῦ βασιλέως αὐτόν τε καὶ Ληουίτας καὶ ὡς παρακούσαντας ὧν προσέταξεν αἰτιωμένου καὶ κελεύσαντος εἰς τὸ μέλλον προνοεῖσθαι τῆς ἐπισκευῆς τοῦ ναοῦ, στρατηγήματι χρῆται πρὸς τὴν συλλογὴν τῶν χρημάτων ἀρχιερεὺς τὸ πλῆθος ἡδέως ἔσχε τοιούτῳ· 9.163ξύλινον κατασκευάσας θησαυρὸν καὶ κλείσας πανταχόθεν ὀπὴν αὐτῷ μίαν ἤνοιξεν. ἔπειτα θεὶς εἰς τὸ ἱερὸν παρὰ τὸν βωμὸν ἐκέλευσεν ἕκαστον ὅσον βούλεται βάλλειν εἰς αὐτὸν διὰ τῆς ὀπῆς εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ. πρὸς τοῦτο πᾶς λαὸς εὖ διετέθη καὶ πολὺν ἄργυρον καὶ χρυσὸν φιλοτιμούμενοι καὶ συνεισφέροντες ἤθροισαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.158 Joseph. AJ 9.162 (English) >>Joseph. AJ 9.166

Powered by PhiloLogic